Ancient Greek
286.52
Pseudo-Zonaras, Lexicon 286.52
Unproofread scanNot analysed yet
ζινόν. 96. ἱμαντρον] D. K. ἱμαντήριον, apud Sui- v. ἀρδανίου. 100. ἀμφ’ Ἀργανθώνιον] Leg. Ἀργανθώνσιον. ΑΡΓΤΡΙΔΙΟΝ Ἀργυρίδιον. ¹ διὰ τοῦ ῑ γράφεται, διὰ τοιαύτην αἰτίαν. ἐμάθομεν, ὅτι εἰσὶν παραγωγαὶ καὶ διὰ τοῦ διου καὶ ιδιον. καὶ εἰ μὲν τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ καὶ φυλάσσονται αἱ τρίται συλλαβαὶ αἱ τελευταῖαι συνεσταλμέναι, οἷον γνώμη, γνώμης, γνωμίδιον· ψυχή, ψυχῆς, ψυχίδιον· ξίφος, -ξίφους, ξιφίδιον. εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται, διὰ τοῦ διου γίνεται ἡ παραγωγὴ καὶ ἐκτείνεται ἡ τρίτη ἀπὸ τέλους συλλαβή, οἷον γραφεὺς, γραφεῖδιον· ἄγγειον, ἄγγεῖδιον. καὶ εἰ μὲν εὐρεθῇ τὸ εἰ ἢ τὸ ο, τὸ ῑ προσέρχεται· πόλεως, πολεῖδιον, ἕξεως, ἕξεῖδιον, βοός, βοεῖδιον.