Ancient Greek
287.3
Pseudo-Zonaras, Lexicon 287.3
Unproofread scanNot analysed yet
Ἀρητόν. ² τὸ βλαπτικόν. ἀπὸ τοῦ ἄρᾱ, ἢ βλάβη. Ἄρθρον. ³ μέρος λόγου πτωτικὸν προτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων, δι’ ὃ τρχνωτέρα ἢ λέξις πέφυκε γίνεσθαι. ἄρθρου δὲ ἴδιον ἐστὶ τὸ τὴν δευτέραν γνώσιν σημαίνειν· εἰ γὰρ εἴπης, ναῦς ἦλθε, δοκεῖς ἀγνοεῖν ποία· εἰ δὲ σὺν τῷ ἄρθρῳ τεθῇ, εἰς γνώσιν παραλαμβάνεται ἡ ὑποκειμένη οὐσία τοῦ πράγματος. ἄρθρον δὲ τὸ προτασσόμενον πρὸς τὰ ἐν ἡμῖν ἄρθρα· ὥσπερ γὰρ τὰ ἄρθρα διορίζει τὰ ὑποκείμενα αὐτοῖς, οὕτως καὶ ταῦτα χωρίζει τὰς διαφορὰς τῶν πραγμάτων, διάρθρωσιν ἐμφαίνοντα. δο-