Ancient Greek
322.18
Pseudo-Zonaras, Lexicon 322.18
Unproofread scanNot analysed yet
Βασανίσας. ἀντὶ τοῦ δοκιμάσας. [Βασίλις. ἡ τοῦ βασιλέως γυνή.] Βασιλίνδα. τὴν βασιλείαν. Βασιλεία Θεοῦ. ἡ αὕτη τῆς ἁγίας τριάδος γνώσις. βασιλεία καὶ ἡ τοῦ ἁγίου πνεύματος συμμαχία. ὡς τὸ· ἐλθέτω ἡ βασιλεία σου. βασιλεία καὶ ἡ παρουσία, ὡς τὸ· ἆρα ἐφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ἤτοι ἡ ἐμὴ παρουσία, ἢ ἡ τῶν προσόντων τῷ Θεῷ φυσικῶς [ἀγαθῶν] κατὰ χάριν μετάδοσις. ἡ τοῦ Θεοῦ δὲ βασιλεία καὶ ἡ τῶν οὐρανῶν οὐ καθ’ ὑπόστασιν διαφέρει, ἀλλὰ κατ’ ἐπίνοιαν. ἐκπεφώνηται γὰρ ποτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος Θεοῦ, ποτὲ δὲ ἀπὸ τῶν βασιλευόντων ἀγγέλων καὶ ἁγίων, οὐρανῶν δηλονότι καλουμένων. βασιλεία οὐρανῶν ἡ πάντων τῶν ὑπὸ Θεοῦ γεγενομένων γνώσις. ἢ ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς. ἢ ἐλλαμψις τοῦ ἁγίου πνεύματος ἐν ψυχῇ γινομένη. βασιλεία καὶ ἡ ἔννομος ἐπιστάσις.