Ancient Greek
322.22 to 323.5
Pseudo-Zonaras, Lexicon 322.22-323.5
Unproofread scanNot analysed yet
Βαίτις. πόλις κατὰ τὴν Ἰβηρίαν. Βαίτη. ἡ διφθέραι, ὁ ἐστι γοῦνα. Βαιτύκη. τὸ τύμπανον. Βαττολογία. ἡ πολυλογία. ἀπὸ Βάττου τινὸς μακροὺς στίχους ποιήσαντος εἰς τὰ εἰδώλα. ἢ βαττολογία ἐστίν, ὅταν τὰ μὴ προσήκοντα αἰτῶμεν Αα 2 παρὰ τοῦ Θεοῦ, οἷον δυναστείαν καὶ τὸ τῶν ἐχθρῶν περιγενέσθαι, καὶ χρημάτων περιουσίαν καὶ ἀπλῶς τὰ μηδὲν ἡμῖν διαφέροντα. Βαρείας χεῖρας. ὕβριστικὰς, φονικὰς, ὅπλῳ βεβαρυμένας. σοὶ κοίλης περὶ νηυσὶ βαρείας χεῖρας54 ἐποίσει. παρὰ τὸ βία αἱρέσθαι, ὥσπερ καὶ τὸ βάρος. (Οὐδέτερον. )Βάγιον. 55 μέγα. †Βάλιον. 56 ποικίλον. †Βάθρον. θεμέλιον. Βαθυλήϊον. 57 τὸ σιτοφόρον πεδίον. Βάθος. τὸ ἐπὶ τρία συνεχές. παρὰ τὸ μετὰ βίας θέειν. †Βάνδον. 58 τὸ φλαμούλιον. †