Ancient Greek
323.10
Pseudo-Zonaras, Lexicon 323.10
Unproofread scanNot analysed yet
Βαθύσχονον. 59 ὑψηλὰς σχοίνους φέρει. Βάκτρον. ἡ ῥάβδος. Βακύλιον. κύμβαλον. Βαλέκ. 60 δεσμωτήριον. Βαλανεῖον. 61 τὸ λούτρον. τινὲς μὲν λέγουσι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας· οὐ λέγουσι δὲ καλῶς· εἰ γὰρ ἦν ἐκ τούτου, ὤφειλε διὰ τοῦ ἰ γράφεσθαι. ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι παρὰ τὸ τὰς βαλάνους ἄνειν, ὅ ἐστι τὰς δρύς καίειν· οὕτω γὰρ καλοῦνται αἱ δρῦς καὶ ἄλλό τι φυτόν. 62 τὴν εἰ δίφθογγον διατί; τὰ ἀπὸ τῶν εἰς εὐς διὰ τοῦ εῖον γινόμενα οὐδέτερα διὰ τῆς εἰ διφθόγγου γράφεται, οἷον· κουρεὺς κουρεῖον. καὶ τὰ διὰ τοῦ εῖον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς τὸν τόνον ἔχοντα διὰ τῆς εἰ διφθόγγου γράφεται, οἷον· μαγειρεῖον, πατριαρχεῖον, μυρεψεῖον, ἐπι-