Ancient Greek
353.10 to 354.3
Pseudo-Zonaras, Lexicon 353.10-354.3
Unproofread scanNot analysed yet
Γήπεδον. 52 τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον. Γῆρας. ἡ παρακμὴ τοῦ σώματος. ἢ Φθίσις σώματος Φυσικῶς ὑπὸ χρόνου γινομένη. παρὰ τὸ γέρας· ἔπεταγ γὰρ τοῖς γέρουσιν ἡ τιμή. Γήρεια. 53 τὰ τῶν κιναρῶν ἄνθη. Γηρωκομεῖον. 54 μέγα. Γηροτροφεῖον. μικρόν. Γηρυόνεια δένδρα καὶ γηρυόνειον νῆμα. Γήτειον. 55 τὸ χλωρὸν κρόμμυον. [καὶ τὸ ἀμπελός πρασον. παρὰ τὸ ἐκ γῆς αἴτιον, τὸ αὐτόστε- ἐκ τῆς γῆς ὄν. λέγεται καὶ γῆθον, γήθουν. τὰ ἀπὸ τῶν εἰς ος διαύλλαβα ουδέτερα διὰ τοῦ εἰον γινόμενα, διὰ τῆς εἰ διφθόγγου γράφεται. οἷον ἄχνος ἄχνειον, βρένθος βρένθειον. οὕτως οὖν καὶ ἀπὸ τῆς γῆς γίνεται γῆτος γήτειον. πρόσκειται μανογενὴ διὰ τὸ ἄγος ἄγιον. ]Γήινον. ⁵⁶ ἄδαμ ἐρμηνεύεται, καθὼς φασίν οἱ τῶν Ἑβραίων φωνῆς ἐπίστορες. διὸ καὶ ὁ Ἀπόστολος διαφερόντως τὴν πάτριον τῶν Ἰσραηλιτῶν πεπαιδευμένος φωνὴν τὸν ἐκ γῆς ἄνθρωπον χοϊκὸν ὀνομάζει, οἷον εἰ μεταβαλὼν τὴν τοῦ ἄδαμ κλῆσιν εἰς τὴν ἑλλάδα φωνήν. (Ῥῆμα.) Γήθησεν. ἐχάρη. Γῆμεν. ⁵⁷ ἀντὶ τοῦ ἐγημεν, ἢ ἀντὶ τοῦ ἐχαύνωσα Γήθειν. χαίρειν. Γηράνω. ἀντὶ τοῦ γηράσσω. Γηράς. ⁵⁸ ἀπὸ τοῦ γηρῶ γίνεται γήρημι, ἢ μετοχὴ γηράς. [ὥσπερ ἵστημι ἱστάς. τὸ ἀπαρέμφατον γηράνω, ὡς ἱστάνω. ἢ γενικὴ τῶν πληθυντικῶν τῶν γηράντων· οἷον γηράντων ἀνδρῶν· ὡς ἱστάντων. ἢ δοτικὴ ὥσπερ γηράντεσσι⁵⁹ τοκεῦσιν. ἢ αἰτιατικὴ γηράντας.] Γηροτροφῶ. ⁶⁰ γηροβοσκῶ. (Ἐπίρρημα.) Γηθοσύνως. μετὰ χαρᾶς. Γήινως. φθαρτῶς. Τὸ Γ μετὰ τοῦ Λ (Ἄρσενικόν.) Γυλισμός. ⁶¹ [πιχλισμός.] ἀπὸ χειρῶν γέλως, ἢ γαργαλισμός. Γίγας. παρὰ τὸ ἐν τῆς γῆς ἔναρ. καὶ ὁ Δαβὶδ καὶ γίγας δραμεῖν [ὁδόν.] λέγει δὲ τὸν ἥλιον. Γίγλυμοι. ἀντεμβολαὶ τινῶν ἐξοχῶν πρὸς ποιλότητα, ὅπερ ἡ κατὰ τὸν πῆχυν πρὸς τὸν βραχίονα συμβολή. Γίγης. κύριον ὄνομα. Γιώρας. κύριον. [Γίγας.] παρὰ τὸ γῆ γίνεται γᾶς καὶ κατὰ ἀναδιπλασιασμὸν γίγης. ἢ παρὰ τὸ γῶ τὸ χωρῶ καὶ λαμβάνω καὶ δέχομαι. τὸ γι ἰ, διατί; πῶς ἀναδιπλασιασμὸς διὰ βραχέως ἐκφέρεται. τί ἐστιν ἀναδιπλασιασμός; ὅταν τὸ ἐξῆς τῆς λέξεως δις τῷ αὐτῷ συμφώνῳ παραλαμβάνηται.