Ancient Greek
353.8
Pseudo-Zonaras, Lexicon 353.8
Unproofread scanNot analysed yet
Γῆς βάρος. 50 ἐπὶ τῶν εἰς μηδὲν συντελούντων. (Οὐδέτερον.) Γήδιον. 51 ἡ μικρὰ γῆ. τριῶν ὄντων τῶν πρωτοτύπων, ἀπὸ τοῦ γῆ καὶ τοῦ γαῖα καὶ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ, ἐκ ποίου τούτων γέγονε τὸ γήδιον; λέγει δὲ ὁ Δίδυμος, ὅτι γέα διὰ τοῦ ε ψιλοῦ, καὶ κλίνεται γέας, καὶ ἐκ τούτου γίνεται γεῖδιον διὰ τῆς εἰ διφθόγγου, καὶ κατ’ ἔκτασιν ἀττικὴν τοῦ ε εἰς ἡ γήδιον, ὡς τὸ εἰπάζω, ἡμαζον.