Ancient Greek
372.29
Pseudo-Zonaras, Lexicon 372.29
Unproofread scanNot analysed yet
Δεκελεικός. 47 Πελοποννησιακός. Δεκελεικὸς πόλεμος, καθὰ Δεκέλεια Ἀθηναίοις ἐπετειχίσθη. διφθόγγως δὲ γράφεται. [ἀπὸ γὰρ Δεκέλεια γίνεται Δεκελεικὸς καὶ Δεκελεικός.] Δειμαλέος. 48 κατάφοβος. [ὡςπερ ἀπὸ τοῦ τάρβος γίνεται ταρβαλέος, οὕτως καὶ ἀπὸ τοῦ δεῖμος δειμαλέος. δεῖ δὲ γινώσκειν, ὅτι τὰ διὰ τοῦ αλεος ὑπὲρ δύο συλλαβὰς, πρὸ μιᾶς. τὸν τόνον ἔχουσιν, οἷον ἀργαλέος, νηφαλέος. σεσημείωται δαιδάλεος ἀπὸ τοῦ δαιδάλειος κατὰ ἀποβολὴν τοῦ ἰ· κονισάλεος ἀπὸ τοῦ κονισάλειος κατὰ ἀποβολὴν τοῦ ἰῶτα· αἰθάλεος· τοῦτο διαφέρει, πρὸ μιᾶς γὰρ ἔχει τὸν τόνον καὶ πρὸ δύο· πρὸ μιᾶς γὰρ ὑπάρχει ἀπὸ τοῦ αἴθω, ὡς νήφω, νηφαλέος· ἕνιχα δὲ πρὸ δύο ἔχει τὸν τόνον, ἀπὸ τοῦ αἰθάλειος γέγονε κατὰ ἀποβολὴν τοῦ ἰῶτα, ὡςπερ Ἀπολλώνιος· αἰθάλεοι πρηστήρες. ἄτασθάλεος ἀπὸ τοῦ ἄτασθάλιος, κατὰ τροπὴν τοῦ ἰ εἰς ε, ἢ ἀπὸ τοῦ ἄτασθάλειος κατὰ ἀποβολὴν τοῦ ἰ.]