Ancient Greek
372.4 to 372.23
Pseudo-Zonaras, Lexicon 372.4-23
Unproofread scanNot analysed yet
Ἀχαιῶν. παρὰ τὸ δα καὶ τὸ ἅπτω. κυρίως δὲ τὸ λάβρειν ἐσθίειν.] Δαρδάπτω. 35 ὁμοίως. ἀπὸ τοῦ δάπτειν διὰ δὲ χρόον πολλὸν ἔδαψεν. 36 Δαρθεῖν. 37 κυρίως τὸ ἐπὶ δερμάτων καθευδήσειν. [δραθεῖν38 καθ’ ὑπέρθεσιν. ὡς καρδίαν, κραδίαν. εἴρηται παρὰ τὸ δέρμα. ἢ παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, γίνεται δρήσω τὸ κοιμῶμαι κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐκ ἐνεργοῦσι.] Δασμοφορεῖν. 39 συμμερίζεσθαι. Δασμολογῶ. συνάγω. σὺ δὲ δασμολογεῖς,40 καὶ παρ’ ἐκόντων καὶ ἀκόντων λαμβάνεις. Δάσασθαι. 41 συμμερίσασθαι. Δάσαντο. 42 ἐμερίσαντο. [ἀπὸ τοῦ δαίω, δαίσω, δάσω, δάξ.] Δαύω. 43 κυρίως τὸ δεσμῶ. παρὰ τὸ δέω τὸ δεσμεύω. [Ὅμηρος44 πῶς ἂν ἐγὼ σε δέοιμι μετ’ ἀθανάτοισι θεοῖσι. ὁ κατὰ συναλοιφὴν γίνεται δῶ. ἐκ τούτου δαύω, ὡς χρῶ χραύω. εἴρηται καὶ ἐπὶ τοῦ καθεύδειν· οἱ γὰρ καθεύδοντες δεσμουμένοις ὁμοίως. τὸ δαύω παρὰ τὸ δαίω, τροπὴ τοῦ ι εἰς υ.] Δάσασθαι. τὸ σπεῖραν. παρ’ Ἡσιόδῳ45 σπέρματα δάσασθαι, φυτὰ δ’ ἐνθρέψασθαι. ἄριστα. ΔΕΙΜΑΛΕΟΣ ('Επίρρημα.) Δαί. σύνδεσμος, προηγούμενος τῶν πνευστικῶν μορίων, ὃς καὶ διὰ διφθόγγου γράφεται. Δαιμονιαίως. παραδόξως. ὑπερφυῶς μακαρίως. Δαιτρευτῶς. 46 μεριστῶς. Τὸ Δ μετὰ τοῦ Ε. ('Αρσενικόν.) Δεκατευτὴς καὶ δεκατολόγος. ὁ τελώνης. Δεκτῆρες. ὑποδοχεῖς.