Ancient Greek
383.3
Pseudo-Zonaras, Lexicon 383.3
Unproofread scanNot analysed yet
30 Δημάδης. 31 Δημόκοινος. τοῦ δήμου ἐπιτετραμμένος κλίνειν. καὶ ἀμοιβὴ τοῦ α εἰς ἡ δημόκοινος.] Δῆμος. ³² ὁ ὄχλος. παρὰ τὸ δέω τὸ δεσμεύω τὸ συνδεδεμένον πλήθος, δεσμὸς καὶ δῆμος. [ὡς μένω, μένις καὶ μήνις. ἢ παρὰ τὸ δέμας, οἷον ἐν σώμα ὑπάρχον. ἢ παρὰ τὸν δασμὸν τὸν μερισμόν. ἐνθεν καὶ Δημήτηρ, ἢ τῶν δασμῶν μήτηρ, καὶ δαῖς, ἡ τροφή. ἢ παρὰ τὸ δέω τὸ δεσμεύω, δέμος καὶ δῆμος. κατὰ ἀντίφρασιν τὸ εὐδιάλυτον.]