Ancient Greek
383.6
Pseudo-Zonaras, Lexicon 383.6
Unproofread scanNot analysed yet
Δημοσθένης. ³³ ἴστέον, ὅτι ἐπὶ τοῦ Δημοσθένεος Δημοσθένους οὐκ ἔστι συναίρεσις, [ἀλλὰ κράσις.] ἄλλο γὰρ κράσις καὶ ἄλλο συναίρεσις. ἡ μὲν γὰρ συναίρεσις πάντα τὰ αὐτὰ φωνήεντα φυλάσσει καὶ οὐ ποιεῖ ἀλλαγὴν τῶν φωνηέντων, οἷον· παῖς, παῖς· Πηλεῖ, Πηλεῖ. ἡ δὲ κράσις πάντως ἀλλοίωσιν ἐργάζεται τῶν φωνηέντων, οἷον· τὸ ἐμόν, τοὔμόν· νόος, νοῦς. καὶ εἰ ἄρα ἐν τῇ Δημοσθένεος γενικῇ κράσις ἐστὶ καὶ οὐ συναίρεσις, διὰ τί εἴπεν ὁ τεχνικός· ³⁴ πᾶσα γενικὴ εἰς ους λήγουσα συνηρρημένη ἐστὶ· καὶ οὐκ εἴπε κεκραμένη; καὶ ἐστὶν εἰπεῖν, ὅτι ἡ συναίρεσις γενικὴ ἐστι, καὶ συναρρεῖται εἰς εἴδη δύο· εἰς κράσιν καὶ εἰς ὁμώνυμον λεγομένην συναίρεσιν. τῷ οὖν γενικῇ ὀνόματι ὅτε συνχρεῖται τὴν κράσιν ἐκάλεσε. πολλάκις γὰρ τῷ ὀνόματι τοῦ γένους τὰ εἴδη προσχωρεῦομεν.