Ancient Greek
423.15
Pseudo-Zonaras, Lexicon 423.15
Unproofread scanNot analysed yet
Δυνατήν. ἐνδοχομένην. ἠγήσασθαι91 δυνατὴν ὑπὸ ζυγίοις πορεύεσθαι ὁδόν. Δυναστεία. ἡ ἰσχύς. ΔΥΣΚΟΛΟΚΑΜΠΤΟΥΣ Δύναμις. ἡ ἰσχύς. καὶ ὁ στρατός. συναχθείσης δυνάμεως92 θαυμαστῆς. δύναμίς ἐστι φυσικὴ [ἄυλος] ἐνέργεια. δύναμις πάλιν ἐστὶν ἕνυλος ἐνέργεια. δύναμις πάλιν λέγεται καθ’ ἕξιν, ὡς ὅταν εἴπωμεν· τὸ παιδίον σπερματικόν ἐστι δυνάμει, εἰ καὶ μήπω τῇ ἐνεργείᾳ διὰ τὸν χρόνον. ὡσαύτως καὶ ὁ κόκκος τοῦ σίτου δυνάμει τῇ καθ’ ἕξιν στάχυς ἐστίν· ἔχει γὰρ δύναμιν φυσικὴν γενέσθαι στάχυς. δύναμις λέγεται ἡ μὲν κατ’ ἐπιτηδειότητα, ἡ δὲ καθ’ ἕξιν· κατ’ ἐπιτηδειότητα, ὡς ὅταν εἴπωμεν, τὸ παιδίον δυνάμει γραμματικόν ἐστιν, καθ’ οὗ εἰ καὶ μὴ πέρχρηται τῇ τέχνῃ, οὐ γινώσκει αὐτήν. εἴρηται δὲ παρὰ τὸ διχνύω93 ἢ παρὰ τὸ δύνω· ἡδύνουσα καὶ πράττουσα καὶ διαιροῦσα τὸ ἀνθισταμένον.