Ancient Greek
423.19 to 424.23
Pseudo-Zonaras, Lexicon 423.19-424.23
Unproofread scanNot analysed yet
Δύμη. πόλις. καὶ Δυμαῖος ὁ πολίτης. Δυοκαιδεκάτη καὶ δυοκαιδέκατος. δωδεκάτη δὲ καὶ δωδέκα μεγάλα. Δύσκλεια. ἡ ἀδοξία, ἡ κακοδοξία, ἡ ὁ ψόγος. Δυσκολία. 94 ἀπόκρισις περὶ τὰς διαλεκτικὰς ἀποκρίσεις· συλλογισμοῦ Φθαρτική. Δυσμή. 95 παρὰ τὸ δέω, δεσμός, καὶ δύω, δυσμή· ὅτε συνδεῖται [τῷ φωτὶ] τὸ σκότος καὶ συνάπτεται. Δυστροπία. ἡ κακότροπος γνώμη· ἡ κακοτροπία, ἡ κακουργία. Δυσερμίας. 96 κακῆς ἀποτυχίας. Δυσειρεσία. 97 ἡ κακὴ κωπηλασία. ἀπὸ τοῦ ἐρέσσω τὸ κωπήλατῶ. Δυσκολοκάμπτους98 ὠδὰς. τὰς κεκλασμένας. Δυσμένεια. ἐχθρα, κακόννοια. καὶ δυσμενής, ὁ πολέμιος. Δυσφημία. ⁹⁹ ἡ κακὴ ἀγγελία. Δύστοκος. ¹⁰⁰ ἡ δυσκόλως τίκτουσα. Δυστίβητος. ὁδὸς ἡ δυσπεριπάτητος. Δυσβουλία. ἡ κακοβουλία. Δυσκελάδου. ² κακοήχου. Δυσπαλέας ρίζας. τὰς κακῶς ἀναδιδομένας. ἀπὸ τοῦ κάλλω. ἢ δυσχέρῶς γινομένας. [Ἀπολλώνιος³ οἶον ἀμφὶ τε δυσπαλέας ρίζας χθονὸς οἷα γυναῖκες.] Δυσπαίπαλος. ⁴ τραχεῖα. Δυσποτμία. ⁵ ἡ δυστυχία. καὶ δυσποτμότερον, ἀθλιώτερον. Δύσειμος. ⁶ ἡ ὁδὸς ἡ ἐπὶ κακῷ ἄγουσα. Δυάς. παρὰ τὸ δύο δυάς· ὥσπερ παρὰ τὸ μυ μυριάς, καὶ τὸ χ χιλιάς. *Δυεῖν. ⁷ δύναμις,⁸ γεωμετρικὸν ἑργαλεῖον. Ὀἰεν φασὶ καὶ τὰς κατὰ κιβωτὸν πήχεις τὰς τριακοσίας καὶ τὰς ἄλλας τοιαύτας. ἥτοι δυνάμεις εἶναι τῶν τριακοσίων δυνάμεων, ἔχουσῶν ἑνακοσίας δυναμάδας πήχεις συνήθεις. ⁹ (Οὐδέτερον.) Δυερόν. βλαβερόν. Δυοῖν⁹ ἑάτερον. τὸ ἕτερον τῶν δύο. Δυρράχιον. πόλις Ἡπείρου, ἥτις ὕστερον ἐκλή-θη Ἐπίδαμνος, πάλιν νῦν καλουμένη Δυρράχιον. ὠνομάσθη δὲ οὕτως, ὅτι κατὰ τὸν τόπον προε-χούσης ἄκρας γεωλόφου καὶ τὸ κῦμα πρεσπίπτον καὶ σχιζόμενον βαχίαν ποιεῖ μεγάλην· ὅθεν διὰ τὴν βαχίαν καὶ τὸ δύσορμον οὕτως ὠνο-μάσθη. Δύσεργον. δυσχερὲς, δύσκολον. ἡ δύσεργον ἦν τοῖς ἀβρώστοτέροις ἔχουσι τὴν ἑτέραν. Δυσπάρειτον. τὸ δυσπόρευτον. [Ξενοφῶν· ἐρω-τῶμενος δ’, εἰ εἴη δυσπάρειτόν τι χωρίον ἢ ἄβα-τον.] Δυσπινῆ. τὰ ἐβρύπωμένα. [Ἀριστοφάνης· ἄλλ’ ἤδη τὰ δυσπινῆ θέλεις πεπλώματα. καὶ δυσπινεῖς στολάς.] Δυσπόριστον. δυσεύρετον. Δυστέκμαρτον. δυσκατέργαστον. δυσζήτητον. δυσ-εύρετον. δύσληπτον. [ποῦ δ’ εὑρεθήσετ’ ἦχος καλαῖας δυστέκ-μαρτον αἰτίας.] [Δυστραπέλον ὄρυγμα. τὸ οὐκ εὐδιάλυτον.] Δυχχερασμάτων. ἀτυχημάτων. ὁ δὲ ἐπὶ τὸν ἀπράγμονα βίον ἐτράπετο, μίσει τῶν ἐν πολυ-τεία δυσχερασμάτων.