Ancient Greek
450.28
Pseudo-Zonaras, Lexicon 450.28
Unproofread scanNot analysed yet
Εἰσαγγελία88 καὶ γραφὴ διαφέρει. εἰσαγγελία μὲν γὰρ ἐστὶν ἐπὶ τῶν μεγάλων καὶ δημοσίων ἀδικημάτων γίνεται γὰρ ὑπὲρ πρυτανέων εἰςαγομένη δίκη, περὶ ἣν διαρρήδην μὲν λέγουσιν οἱ νόμοι οὐδέν, συγχωροῦσι δὲ κρίσεις γίνεσθαι, καὶ τοῦτό ἐστι τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον τὸ τῶν ἀγράφων ἀδικημάτων. γραφὴ δὲ ἡ ἐπὶ μικρῶν· καὶ κυρίως γραφὴ ἐπὶ τῶν παρὰ νόμα γραφόντων. Εἰσίθμη. 89 ἡ ἐξοδος. [παρὰ τὸ ἴω, τὸ πορεύομαι, ὁ μέλλων ἴσω καὶ ἴσομαι. οὕτω· ἴσομαι90 ἐξ ἀλόθεν χαλεπὴν ὁρσοῦσα θύελλαν. ἀπὸ τοῦ ἴσω ἴσμὴ καὶ μετὰ τῆς εἰς προθέσεως εἴσισμὴ, καὶ τροπὴ τοῦ σ εἰς θ εἰσίθμη.] Εἰσπραξις. 91 ἀπαίτησις. Εἰσφορά. 92 τέλεσμα. Εἰμαρμένη. 93 ἣν λέγουσιν Ἕλληνες τύχην. ὡςπερ ἀπὸ τοῦ λήβω τὸ λαμβάνω γίνεται λέληφα καὶ ἐλήφα, οὕτως καὶ ἀπὸ τοῦ μεῖρω τὸ μερίζω μέμαρπα, μέμαρμα, εἰμαρμένη κατὰ ἀποβολὴν τοῦ μ, καὶ πλεονασμῷ τοῦ ἰωτά. *Εἰλωτεία. 94 ἡ δουλεία. *†καὶ εἰλωτεύειν τὸ δουλεύειν. εἰλωτες γὰρ οἱ μὴ γνήσιοι δοῦλοι Λακεδαιμονίοις, ἀλλὰ πρῶτοι χειρωθέντες, "Ἔλος τὴν πόλιν οἰκοῦντες. †*Εἰνάτειες. 95 ἡ νύμφη, ἧ ἡ σύννυμφος. **Εἰνοδίους. 96 τὰς ἐν τῇ ὁδῷ κάμας. *Ἐικτόν. 97 ὅμοιον, παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, ἐξ οὗ καὶ εἰκῶν, εἰκτὸν καὶ ἐν διαλύσει εἰκτόν.