Ancient Greek
450.5 to 450.24
Pseudo-Zonaras, Lexicon 450.5-24
Unproofread scanNot analysed yet
ἡ φυλάττειν τὸ ἡ καὶ γενέσθαι εἰληκρινὴς, διὰ τοῦ ἡ. τὰ γὰρ ἠλυκὰ εἰς ἡ ἐν τῇ συνθέσει ἡ τρέπουν τὸ ε εἰς ὁ, οἷον· νύμφη, νυμφο- στόλος· τιμή, Τιμόθεος· ἡ φυλάσσει τὸ ἡ, οἷον· γῆ, γηπόνος· βουλή, βουληφόρος. ἐστὶν οὖν εἰπεῖν, ὅτι εἰλοκρινὴς ἦν, καὶ τροπὴ τοῦ ὁ εἰς ἡ εἰλικρινὴς. Εἱρεσία. 84 κωπηλασία. παρὰ τὸ ἐρέτης ἐρεσάω καὶ εἱρεσία. Εἰρήνη. ἡ ἀγάπη, ἡ εὐλογία. ἡ πρὸς τὸ ὁμόφυ- λον γνησία διάθεσις. καὶ ἡ πρὸς τοὺς πολεμοῦν- τας ἐχθροὺς ἡσυχία. παρὰ τὸ εἵρω, τὸ λέγω. ἢ παρὰ τὸ εἵρειν ἡμᾶς ἐπ’ αὐτήν, ὅ ἐστι συμ- πλέκειν. Εἱρεσιώνη. 85 θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίοις καὶ παντοδαποῖς κηροῖς. Εἰρηνικαὶ ἐπιστολαί. 86 αἱ λεγόμεναι ἀπολυτικαί. οἷαι εἰσὶν αἱ διδόμεναι τοῖς μητροπολίταις ὑπὸ τῶν πατριαρχῶν ἢ τοῖς ἐπισκόποις παρὰ τῶν μητροπολιτῶν, οἷς ὑπᾶκεινται. Εἰρωνεία. 87 κολακεία· ὑπόκρισις, ἢ ἐξ ψευδῆς ἀρνοῦμένη τὰ προσόντα καλὰ οὐκ ἀρετῆς χάριν. Εἰκάς. ἀπὸ τοῦ εἴκω γέγονεν εἰκάς.