Ancient Greek
495.5
Pseudo-Zonaras, Lexicon 495.5
Unproofread scanNot analysed yet
Ἐνέργεια. ⁸ ἡ ἐν λόγοις ἢ ἀθρόα προβολή. ἐνέργεια ποία τις κίνησις τῆς οὐσίας. ὧν δὲ ἡ ἐνέργεια μία, τούτων καὶ ἡ δύναμις πάντως ἡ αὐτή. πᾶσα δὲ ἐνέργεια δυνάμεως ἐστὶν ἀποτέλεσμα. ἡ μὲν ἰδιότης,⁹ οἷον ἐπιτηδειότης τίς ἐστιν ἐπιθεομένη πάντως τῇ ὑποκειμένῃ φύσει, καὶ [εἰ] μὴ εἰς ἐνέργειαν προαχθεῖσα τύχοι. ἡ ἐνέργεια δὲ καὶ αὐτὴ πράξεως οἷον τινος, καὶ τῆς εἰς ἔργον ἐπιτηδειότητος πρόδηλον ὡς λόγον ἔχει. ἐνέργεια ἐστὶ φυσικῆς ἐπιτηδειότητος εἰς τὸ φανερὸν πρόοδος.