Ancient Greek
495.6
Pseudo-Zonaras, Lexicon 495.6
Unproofread scanNot analysed yet
Ἐνέργεια. ἐστὶ κίνησις δραστική. κίνησις δὲ ἐστιν ἀνάλλαξις τοῦ προτέρου. ἀρχὴ γὰρ κινήσεως ἡρεμία, καὶ πάλιν κίνησις ἐστὶν ἐντελέχεια τοῦ δυνάμει κινουμένου. ἐνέργεια φυσικὴ ἐστὶν ἡ ποία τοῦ ὑποκειμένου κίνησις. ἐνέργεια ἡ κατὰ τὸ πρόχειρον, ἐστὶ φυσικῆς δυνάμεως ἀποτέλεσμα. ἐνέργεια ὁμοίως ἀῦλος δύναμις. ἐνέργεια ὁμοίως ἡ ἐνυλος δύναμις. ἐνεργητικόν ἐστι τὸ δύναμιν ἔχον ἐκπληρῶσαι τὸ πρᾶγμα. ἐνέργειαι πάλιν ἐπεῖσιντο αἱ μόνιμοι οὐσαι, εἴτε φυσικαὶ εἴτε ψυχικαὶ ὦσι. φυσικὴ μὲν, ὡς ἡ θερμότης ἐν τοῖς θερμαινομένοις σώμασι· ψυχικὴ δὲ, ὡς ἡ ἐπιστήμη. κατὰ τὸν τρίτον¹⁰ τρόπον, ὅνπερ οὔπω μὲν ἐπιτηδειότητι πρὸς τὸ δέξασθαι, ὅπερ ἦν τὸ πρῶτον τοῦ σημαινομένου τῇ δυνάμει. κατὰ τὸν τέταρτον δὲ τρόπον