Ancient Greek
610.4
Pseudo-Zonaras, Lexicon 610.4
Unproofread scanNot analysed yet
Ζεύς. 54 τούτου τὸ ἄχλημα ἱστοροῦσι καθήμενον γυμνὰ ἔχειν τὰ ἄνω, τὰ δὲ κάτω ἐσνεπασμένα, κρατοῦν τῇ μὲν εὐωνύμῳ σκῆπτρον, τῇ δεξιᾷ δὲ ἄετον προτεῖνον. καὶ τὸ μὲν καθῆσθαι τὸ ἕδραιον τῆς δυνάμεως αἰνίττεται, τὸ δὲ τὰ ἄνω γυμνὰ ἔχειν, ὅτι Φανερῶς τοῖς νοεροῖς καὶ τοῖς εὐχνηίοις τοῦ κόσμου μέρεσι· τὰ δὲ λοιπὰ σκέπεται, διότι τοῖς χαμαιζήλοις ὁ θεὸς ἄγνωστος. τὸ δὲ τῇ λαιᾷ σκῆπτρον κατέχειν σημαίνει τὸ ἐξουσιαστικόν, τὸ δὲ τῇ ἑτέρᾳ προτείνειν ἄετον δηλοῖ, ὡς τῶν ἀεροφόρων πνευμάτων κρατεῖ, ὡς ὁ ἄετος τῶν μεταχρίων ὄρνέων κρατεῖ.