Ancient Greek
610.5 to 611.2
Pseudo-Zonaras, Lexicon 610.5-611.2
Unproofread scanNot analysed yet
Ζέφυρος. 55 ὁ εὐκραὴς καὶ γαληνὸς ἄνεμος. καὶ οἶον εἰ ζωηφόρος τις ὧν ὁ ἀπὸ δυσμῶν πνέων. ὁ τὰ πρὸς ζωὴν φέρων, ἐπειδὴ τὰ φυτὰ κυίσκειν ποιεῖ. Ζεφυρίη πνεῖουσα τὰ μὲν φύει, ἄλλα δὲ κέσσει. ἡ παρὰ τὸν ζόφον, ζόφυρος καὶ Ζέφυρος· ἐπ γὰρ τοῦ ζόφου βέει. ζόφος δὲ καλεῖται ἡ δύσις. οὗτος δὲ καὶ λίψ καλεῖται.] Ζεβεδαιῶς. ὁ τοῦ Ἰωάννου καὶ Ἰακώβου τῶν ἀποστόλων πατὴρ, ὃς ἐν ἀπιστίᾳ ἐμεινεν. (Θηλυκόν.) Ζειά. εἶδος σπέρματος, ἢ ὀλύρα ἢ αἱ κριθαί. [ἀπὸ τοῦ ζέω ζεῶ καὶ ζειῶ. ⁵⁷ αἱ τοῦ ζῆν αἰτία.] Ζεῖδωρος. ⁵⁸ ἡ ἀρόσιμος γῆ. ἡ δαρουμένη τὰ πρὸς τὸ ζῆν. [κατὰ τροπὴν τοῦ ἡ εἰς τὴν αἱ διφθογγον. ὡς οὕτησιν, ὠτειλή. καὶ ὡς παρὰ τὸ πέπαισται καυτηρὸς καὶ καυστειρός. ἢ παρὰ τὰς ζειὰς ζειόδωρος. ἢ παρὰ τὸ ζέω, ζέει, ζεόδωρος καὶ ἐν συναирέσει ζεῖδωρος.] Ζειρά. ⁵⁹ ἡ ζώνη, ἢ χιτῶν μέχρι τῶν ποδῶν διήκων. [ἢ ζειρὰς τὰς χλαμύδας λέγουσι τινές. ἢ χιτῶνας ἀνακεκωλαμένους,⁶⁰ ἢ ἀνακώλους,⁶¹ ἢ μίτρας. οὕτως Ἡρόδοτος. ⁶²] Ζέλειαι. ⁶³ πόλις ἀπὸ Ζέλου τινὸς ὀνομασμένη, ἢ διὰ τὸ τὸν ἥλιον ἐν αὐτῇ λίαν εὐσεβείσθαι. Ζεῦγλη. ⁶⁴ τὸ ἄκρον τοῦ ζυγοῦ. παρὰ τὸ ζεύγω, ζεῦγλη. [ὡς αἴξω, αἴγλη μετὰ συναирέσεως.] Ζευξιδία. ⁶⁵ ἡ Ἥρα. Ζεφυρία. ⁶⁶ πνοὴ ἢ τοῦ ζεφύρου. [καὶ ζεφύριον πνεῦμα.] (Οὐδέτερον.) [Ζευγήσιον. ⁶⁷ τὸ τοῦ ζευγίτου τέλος. ζευγίσιον δὲ, τόπος, ἵππα.] Ζεῦγμα. ⁶⁸ οὐ τὸ σχοινίον, ἀλλ’ ἡ ἐζευγμένη σχαδία ἐν ποταμῷ ἢ ἐν θαλάσσῃ, ἢ ἡ τοῦ ποτα- μοῦ διάβασις ἢ γέφυρα. [ζεύγνυται δὲ Ῥωμαίοις ἀκονώτατα τῶν ποταμῶν τὰ ῥεύματα· ἐπὶ τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ.] Ζεῦγμα καὶ ὄνομα τόπου. Ζεύγος. παρὰ τὸ ζεύγω. ὡς τεύχω τεῦχος. Ζεῖ. ἀντὶ τοῦ βράζει· διφθόγγον. [ὥσπερ καὶ ῥεῖ ἀντὶ τοῦ ῥέει, καὶ πλεῖ ἀντὶ τοῦ πλέει, καὶ πνεῖ ἀντὶ τοῦ πνέει, κατὰ συναίρεσιν.]