Ancient Greek
646.13
Pseudo-Zonaras, Lexicon 646.13
Unproofread scanNot analysed yet
Θέμεθλος. 83 τὸ θεμέλιον. Θεόληπτος. 84 ὑπὸ θεοῦ συσχεθείς. Θεοσέπτος. 85 ὁ θεοσεβής. Θεός. οὐσία ἀναίτιος,86 αἰτία [ἤγουν παντοδύναμος παναληθῆς] πάσης οὐσίας καὶ φύσεως, ὑπερούσιος. εἰ θέλεις δὲ γνῶναι, τί ἐστι θεὸς καὶ πῶς προσκυνεῖται, ἀκουσον νουνεχῶς καὶ γνώθι τὸ ἀληθές. πατρὸς, υἱοῦ καὶ ἁγίου πνεύματος μία βουλή, μία σοφία, μία δύναμις. οὐχ' ὁ μὲν πρὸ αἰώνων, ὁ δὲ μετὰ αἰῶνας, ἀλλ' ἅμα πατήρ, υἱὸς καὶ πνεῦμα ἅγιον· υἱὸς ἐν πατρὶ καὶ πνεῦμα ἐν υἱῷ· συνημμένη γὰρ ἡ φύσις, [ὅθεν μία ἡ φύσις] καὶ μία ἡ θεότης· διαιρουμένη μὲν εἰς τρία διὰ τὰς ὑποστάσεις, εἰς μο-