Ancient Greek
646.18
Pseudo-Zonaras, Lexicon 646.18
Unproofread scanNot analysed yet
81. [Θεοείκελος —ἴκελος] D. θεοείκελος —θεο- νάδα δὲ καταυτῶσα διὰ τὸν τῆς οὐσίας λόγον. διὰ τοῦτο καὶ πατέρα λέγοντες καὶ υἱὸν δοξάζοντες καὶ πνεῦμα ἅγιον ὑμνολογοῦντες ἕνα Θεὸν λέγομεν. Θεοῦ ὄνομα κοινόν ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. τὸ δὲ, πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα οὐ κοινὰ ὀνόματα, ἀλλ’ ἰδίας ἑκάστου ὑποστάσεως. ὁ γὰρ πατὴρ οὐ λέγεται υἱός, καὶ ὁ υἱὸς οὐ καλεῖται πατήρ, καὶ τὸ πνεῦμα τὸ ἅγιον οὔτε πατὴρ οὔτε υἱὸς προσαγορεύεται. Θεὸς ἀεὶ ἡ τριὰς ὀνομάζεται. λέγοντες οὖν τρεῖς ὑποστάσεις ἤτοι πρόσωπα τρία οὐ λέγομεν τρεῖς οὐσίας ἢ τρεῖς Φύσεις ἢ Θεοὺς τροῖς, ἀλλ’ ἕνα Θεόν, μίαν οὐσίαν ἤτοι Φύσιν ὁμολογοῦμεν, ἵνα μὴ ἀρειανίσωμεν. λέγοντες πάλιν οὐσίαν ἤτοι μίαν Φύσιν, οὐ λέγομεν ὑπόστασιν, ἵνα μὴ σαβελλίσωμεν. [ἀλλὰ τρεῖς ὑποστάσεις, τρία πρόσωπα ἐν μιᾷ Θεότητι, οὐσίαν μίαν καὶ Φύσιν προσθεύομεν.]