Ancient Greek
84.19
Pseudo-Zonaras, Lexicon 84.19
Unproofread scanNot analysed yet
Αἰσχύνῃ. ἐπὶ ἀτόπων πράξεων λέγεται καὶ αἰσχρῶν. ὅθεν ἀναίσχυντος ὁ μὴ αἰσχυνόμενος ἐπὶ τοῖς ἀτοποῖς. καὶ ἀναισχυντία τὸ πρᾶγμα. αἰσχύνω ἕτερον, αἰσχύνομαι δὲ ἐγὼ ἐφ’ οἷς ἐπλημμέλησα. αἰσχύνω μὲν ἐπὶ ἐνεστῶτος μακρὸν τὸ δίχρονον. αἰσχυνῶ δὲ ἐπὶ τοῦ μέλλοντος βραχύ. τὰ γὰρ τῆς ε συζυγίας τῶν βαρυτόνων ῥήματα, μακρὰ παραληγόμενα, πλὴν τῶν ἔχοντων τὸ ε ἐν τῇ παραληγούσῃ, ἐπὶ τῶν μελλόντων φύσει βραχεῖα παράλληγεται. ποιητικῶς δὲ καὶ τὸ τοῦ ἐνεστῶτος φύσει μακρὸν ἐν τῷ μέλλοντι εἰς ἕσιν μεταποιούσιν· οἷον σκεῖρω, ὁ μέλλω σπέρσω, ἀλλὰ καὶ σπορῶ. γράφεταί γὰρ κοινῶς οὕτως. μένω· τούτου ὁ μέλλων μέμνω, ἀλλὰ καὶ μενῶ. ὁ παρακαίμενος ἥσχυκα. ὅτι παραλήγουσαν τὴν αὐτὴν ἔχει ὁ παρακαίμενος τῷ μέλλοντι. ὁ ἀόριστος ἥσχυκα. ὅτι, εἰ περιεσπῶτο ὁ μέλλων, τὴν παραλήγουσαν ἐκτελνει ὁ ἀόριστος. τοῦτο δὲ ἐπὶ πάντων ἀπλῶς τῶν τῆς πέμπτῃς συζυγίας συμβαίνει.