Ancient Greek
84.8 to 84.18
Pseudo-Zonaras, Lexicon 84.8-18
Unproofread scanNot analysed yet
Ἀθέατος. ὁ μὴ δυνάμενος θεαθῆναι. καὶ ὃς τὸ οὐδὲν ἐθεάσατο. ὡς τό· ὦ ὦλας κομπῆς ἀθέατος ἔμεινας. ὡσαύτως καὶ ἄποπτον τὸ ἀθέατον. καὶ ἄποπτον, ἄφ’ οὐ δύναταί τις ἰδεῖν μακράν. Ἀθλιωτάτως διαγεί. ἀντὶ τοῦ δυστυχῶς. ἄθλιος γὰρ ὁ πλῆκταθὴς. ὁ πολλὰ δυσχερῆ ὑφιστάμενος, ὃς καὶ σχότλιος λέγεται. Ἄθυρμα. κρεῖττον ἢ παίγνιον. Ἀθλοθέτης. κρεῖττον ἢ ἀγωνοθέτης. Ἀθυμία. οὐ μόνον ἡ λύπη, ἀλλὰ καὶ ὁ πρὸς τοὺς πολέμους ὀχνος. Αἰθῆρ. ὁ οὐρανός· καὶ ὁ ἀὴρ κατὰ τὴν κοινὴν φράσιν. ὅθεν ὑπαιθριον τὸ μὴ ἐστεγασμένον. Αἴθων. ὁ διάπυρος. αἴθωνψ δὲ ὁ μέλας. καὶ κλίνεται τὸ μὲν διὰ τοῦ ω μεγάλου. αἴθοπος δὲ διὰ τοῦ ο μικροῦ. ἀπὸ τούτου καὶ αἰθίοπες ἔθνος οἱ μέλανες. καὶ Αἰθιοπία. Αἴνιγμα. ὁ δι’ ἑτέρου φαινομένου στοχάζεται τις ἑτέρου τινός. καὶ αἰνίττεται τις τόδε ἥγου δι’ ἑτέρου ἕτερον δηλοῖ. ἢ ὅταν αὐτῷ ἕτερόν τι φαινόμενον ἑτέρου τινὸς ἔννοιαν παριττῇ. Αἰχμή. τὸ ξίφος τὸ ἐν τῷ δόρατι. δόρυ δὲ δόρατος, ὡς γόνυ γόνατος. τὸ ξύλον, ἕνθα τίθεται ἡ αἰχμή, ἥγου ὁ κοιτός.