Ancient Greek
84.3 to 84.6
Pseudo-Zonaras, Lexicon 84.3-6
Unproofread scanNot analysed yet
τὸ Ἄει, ὅπερ καὶ αἰεὶ γράφεται, λέγεται καὶ ἐπὶ παρατατικοῦ καὶ ἐπὶ ἐνεστῶτος καὶ μέλλοντος. ἐπὶ δὲ ἀορίστου οὐδέποτε. τὸ δὲ ἔξαι ἐπὶ μόνου μέλλοντος. οἷον· ἔξαι ἐργάσομαι. Ἄενναον. τὸ διηνεκές· ἀπὸ τοῦ α ἐπιτατικοῦ μορίου καὶ τοῦ ναῶ. Ἄήρ. ἓν τῶν τεσσάρων στοιχείων. ἄνεμος δὲ ὁ πνέων. ὅπερ ἀήτης ποιητικῶς λέγεται. Ἀθηναῖος. ὁ ἀπὸ Ἀθηνῶν. γυνὴ δὴ ἡ ἀπὸ τῶν Ἀθηνῶν Ἀττικῇ, οὐκ Ἀθηναία. αἴδοι τῆς τιμωμένης ἔχει ἡμᾶς, ἥτις καὶ Ἀθηναία καλεῖται παρὰ τοῖς ποιηταῖς. ἄττικὸς δὲ ὁ ἀττικίζων. ἡ δὲ πόλις πληθυντικῶς αἰεὶ γράφεται Ἀθῆναι, ἐνικῶς δὲ οὐδέποτε. ὥσπερ καὶ Σάρδεις καὶ Κλαζομενᾶαι καὶ πόλεις ἕτεραι.