Ancient Greek
84.7
Pseudo-Zonaras, Lexicon 84.7
Unproofread scanNot analysed yet
Ἄθλον καὶ βραβεῖον τὸ αὐτό, ὡς λῆμμα καὶ δῶρον. λέγεται δὲ οὕτω τὸ διδόμενον φέρας τῷ νικήσαντι ἀθλητῇ. ἀπὸ μὲν τῶν διδόντων αὐτὸ βραβευτῶν, βραβεῖον· ἀπὸ δὲ τῶν ἀθλοῦντων ἄθλον. οὕτως λέγεται καὶ πάθος καὶ πρᾶγμα ἐνίοτε ἐπὶ τοῦ αὐτοῦ. ἀπὸ μὲν τοῦ ποιούντος πρᾶγμα, ἀπὸ δὲ τοῦ πάσχοντος πάθος. οἷον ὁ Φόνος λέγεται καὶ πρᾶγμα ἀπὸ τοῦ ποιούντος καὶ πάθος ἀπὸ τοῦ πάσχοντος. καὶ ἡ στρέβλωσις ὁμοίως καὶ ἡ πλῆγῃ· καὶ ὅσα τοιαῦτα. ἄθλον μὲν οὖν τὸ βραβεῖον ἀπὸ τοῦ α ἐκτάσιν ἔχοντος καὶ τοῦ ἐθέλω κατὰ κράσιν τοῦ α καὶ ε εἰς α μακρόν. ἄθλος δὲ ὁ ἀγών, ἀπὸ τοῦ ἐπιτατικοῦ α καὶ τοῦ τλῶ. τὸ καρτερῶ. ἀθλητὴς δὲ ὁ ἀγωνιστής. ἀθλοφόρος δὲ ὁ νικητὴς, ὁ τὰ ἕπαθλα ἀπενεγκάμενος.