Ancient Greek
86.3 to 86.8
Pseudo-Zonaras, Lexicon 86.3-8
Unproofread scanNot analysed yet
Αἰτοῦμαι. τὸ μετὰ παρακλήσεως αἰτῶ. καὶ τὸ ἑατοῦω. αἰτῶ δὲ τὸ ζητῶ. Αἴσιον. τὸ δίκαιον. ἐξαίσιον τὸ θαυμαστόν. ἀπαίσιον τὸ μισητόν. κυρίως δὲ ἐπὶ τῆς τῶν ὀρνίθων μαντείας λέγεται τὸ ἀπαίσιον. καὶ ἀπὸ τούτου καὶ ἐπ’ ἄλλων. οὕν ἀπαίσιοι ὄρνιθες· οἱ δυσοιῶνιστοι. αἴσιοι δὲ τοῦναντίον οἱ εὐσύμβολοι, τουτέστιν οἱ τὰ ἀγαθὰ σύμβολα δηλοῦντες. Αἷμα. ἡ συγγένεια καὶ ὁ χυμός. σῦναιμος δὲ ἄχρηστον. Αἰσχιστος τὸ εἶδος. ἀντὶ τοῦ δυσειδέστατος. Αἴνος καὶ μῦθος ὁ λόγος ποιητικῶς. ἐκ δὲ τούτων ππράνεσις καὶ παραμυθία. Αἰολον λέγεται τὸ ποικίλον. αἰόλον δὲ τὸ ταχύ. ἀπὸ τοῦ ἄελλε. ἀφ’ οὗ· πορφυρόλος Ἐκτωρ. καὶ αἰόλοι σφήκας, οἱ κατὰ τὸ μέσον συνεχῶς κινούμενοι. καὶ τὸ δας αἴολος ἵππος ἤχουν ποδώκας.