Ancient Greek
86.10
Pseudo-Zonaras, Lexicon 86.10
Unproofread scanNot analysed yet
Ἀκούω σου τοὺς λόγους καὶ ἀκούω σου τῶν λόγων. καὶ ἀκούω τινὸς ἀντὶ τοῦ ἀκροατὴς εἰμί. ἀφοῦ παρακούω, τὸ παρανοῶ. ὅπερ τις εἰς ἑτέραν ἔννοιαν εἶπεν, ἐγὼ δὲ ἑτέρως ἐνόησα. καὶ παρακούω τὸ παρέργως ἀκούω καὶ οὐ μετὰ σπουδῆς. ἀντακούω δὲ, πρότερον μὲν εἰπὼν, εἶτα τοῖς ἑαυτοῦ λόγοις συμβαίνουσαν τὴν ἀπόκρισιν δεχόμενος. διαφέρει δὲ τὸ ἀκροῶμαί καὶ τὸ ἀκούω. τὸ μὲν γὰρ ἀκροᾶσθαι τὴν σπουδὴν τοῦ ἀκούσαι ἐμφαίνει. τὸ δὲ ἀκούειν τὴν αἴσθησιν τῆς ψυχῆς μόνον. ἀκούω οὖν, ἀκούσομαι, ἤκουσα. καὶ ἀκήκοα ενεργητικά.