Ancient Greek
87.3
Pseudo-Zonaras, Lexicon 87.3
Unproofread scanNot analysed yet
Ἀκούσματα. καλλίον ἢ ἀκροάματα. ἀκρόασις δὲ, οὐκ ἀκοῦσις· κοινὸν γάρ. Ἄλωτον λέγεται τὸ δυνάμενον ληφθῆναι, καὶ δυσ-άλωτον τὸ δυσκόλως ἔχον ληφθῆναι. οἷον αἰ-χμάλωτος, ὁ διὰ τῆς αἰχμῆς ληφθείς. καὶ ἀνάλωτος, οὗ οὐ δύναταί τις ἐπιλαμβάνεσθαι. ἄλωτον δὲ τὸ πεπλανημένον οὐδέποτε λέγεται. ὀρειάλωτον δὲ τὸ ἐν τῷ ὄρει πεπλανημένον· τοῦτο δὲ παρὰ τὴν συνήθειαν εἴρηται· οὐδέ-ποτε γὰρ ἀπὸ τοῦ ἄλῳ τοιούτῃ γίνεται σύνθε-σις.