Ancient Greek
86.11 to 87.1
Pseudo-Zonaras, Lexicon 86.11-87.1
Unproofread scanNot analysed yet
Ἀκμίζεται. ἔτι τῆς ὕβρεως ἔχεται, ἐπαίρεται. γυναικίζεται. θρύπτεται. μωρχίνει. Ἀκέτης ἱματίων. ὁ ῥάπτης, ὃς καὶ ἠκτήτης λέγεται. καὶ ἀκέσασθαι ἱμάτιον, τὸ ῥάψαι· καὶ ἀκέστρα ἡ βελόνη. Ἀκτὶς καὶ ἀκτίν. ἐπὶ τοῦ ἡλίου. ἀκτὴ δὲ ὁ αἰγιαλός. ἰστέιν δὲ, ὅπερ ἐπὶ θαλάσσης ἐστὶν ἡ ἀκτὴ, ὁ χρημνώδης δηλαδὴ τόπος, τοῦτο ἐπὶ ποταμοῦ ὀχθὴ. ὅπερ δὲ ἐπὶ θαλάσσης αἰγιαλός, ὁ ἐπίπτιος δηλονότι καὶ ὀμαλός, τοῦτο ἐπὶ ποταμοῦ πλαταμών. Ἀκρασία γίνεται ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ κρατῶ. καὶ ἔστι τὸ αρα βραχύ. εὐκρασία δὲ ἀπὸ τοῦ κεράω κεράω, τὸ κεραυνύω, καὶ ἔστι τὸ αρα μακρόν. Ἄκων. ὁ ἀβούλητος. τὸ α μακρόν. κατὰ χρῆσιν γὰρ ἐστιν ἀπὸ τοῦ ἀέκων, ἄκων. ἄκων δὲ, τὸ ἀκόντιον, τὸ α βραχύ. ἔστι δὲ ποιητικόν· ἀκόντιον δὲ γράφεται. Ἀκράγας. τῆς Ἀκράγαντος θηλυκῶς γράφεται, ἥτις καλεῖται ἀπὸ τοῦ παρακειμένου ποταμοῦ τοῦ Ἀκράγαντος ἀρσενικῶς κλινομένου. καὶ ἡ Τάρας, τῆς Τάραντος, ὄνομα πόλεως. Ἀκινάκης. τοῦ ἀκινάκου. ἔστι δὲ ἐγχειρίδιον βαρβαρικόν, ὃ φασιν οἱ Ἕλληνες παραμαχαίριδιον. Ἀκμή. ἡ ἰσχύς. καὶ ἀκμάζω τὸ ἰσχύω. ὅθεν καὶ τὸ ἀκμαζούση γυνὴ τόδε τι πράττει, ἀντὶ τοῦ ἰσχυρᾷ γυνὴ. ἡ μεταφορὰ ἀπὸ τῶν ἀκμαζόντων ζῴων. ἀκμάζει γὰρ τὸ ζῷον, ὅτ’ ἐστὶν ἐν ἀκμῇ. ἔστι δὲ ἡ ἀκμὴ τέλος τῆς αὐξήσεως. ἐν παντὶ γὰρ ταῦτα θεωροῦνται· αὔξησις, ἀκμή· καὶ παρακμή. Ἀκόρεστος λέγεται ὁ μὴ κόρον λαμβάνων τινός· οἷον ἀκόρεστος χρημάτων, ἀκόρεστος ἡδονῆς.