Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_PTOLEMAEUS_EVERGETES_II
PTOLEMAEUS EVERGETES II, Fragmenta 1
Not analysed yet
Πολυπότης δὲ ἦν καὶ Ἀντίοχος ὁ βασιλεὺς, ὁ κληθεὶς Ἐπιφανὴς, ὁ ὁμηρεύσας παρὰ Ῥωμαίοις, ὃν ἱστορεῖ Πτολεμαῖος ὁ Εὐεργέτης ἐν τῷ πρώτῳ τῶν Ὑπομνημάτων κἀν τῷ πέμπτῳ, φάσκων αὐτὸν εἰς τοὺς Ἰνδικοὺς κώμους καὶ μέθας τραπέντα πολλὰ ἀναλίσκειν. Καὶ τὰ περιλειπόμενα δὲ τῶν χρημάτων μεθ ̓ ἡμέραν κωμάζων ὁτὲ μὲν ἐξέχει, ἄλλοτε δὲ ἐν ταῖς δημοσίαις ὁδοῖς ἱστάμενος ἔλεγε· Τίνι ἡ τύχη δίδωσι, λαβέτω. Καὶ ῥίψας τὸ ἀργύριον, ᾤχετο. Πολλάκις δὲ καὶ πλεκτὸν στέφανον ῥόδων ἔχων ἐπὶ τῆς κεφαλῆς, καὶ χρυσοϋφῆ τήβενναν φορῶν μόνος ἐρέμβετο, λίθους ὑπὸ μάλης ἔχων, οἷς ἔβαλλε τῶν ἰδίων τοὺς ἀκολουθοῦντας αὐτῷ. Ἐλούετό τε καὶ εἰς τοὺς κοινοὺς λουτρῶνας, μύροις ἀλειφόμενος. Ὥστε καί ποτε συνιδών τις αὐτὸν ἰδιώτης ἔφη, Μακάριος εἶ, ὦ βασιλεῦ, πολυτελὲς ὄζεις. Καὶ ὃς ἡσθεὶς, Ἐγώ σε, φησὶν, ὑπέρκορον τούτου ποιήσω. Καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ ὑδρίσκην, ὑπὲρ δύο χόας ἔχουσαν παχέος μύρου, καταχυθῆναι ἐκέλευσεν, ὡς καὶ τὸ πλῆθος τῶν ἀγοραιοτέρων εἰς τὸ ἐκχυθὲν συγκυλισθῆναι. Ὀλίσθου τε γενομένου, αὐτός τε ὁ Ἀντίοχος ἔπεσε καγχάζων, καὶ οἱ πλεῖστοι τῶν λουομένων τὸ αὐτὸ ἔπασχον.