Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_PTOLEMAEUS_EVERGETES_II
PTOLEMAEUS EVERGETES II, Fragmenta 2
Not analysed yet
Πτολεμαῖος δ ̓ ὁ Εὐεργέτης, βασιλεὺς Αἰγύπτου, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, ἐν δευτέρῳ Ὑπομνημάτων γράφει οὕτως· «Περὶ Βερενίκην τῆς Λιβύης Λήθων ποταμὸς, ἐν ᾧ γίνεται ἰχθὺς λάβραξ καὶ χρύσοφρυς καὶ ἐγχέλεων πλῆθος καὶ τῶν καλουμένων βασιλικῶν, αἳ τῶν τε ἐκ Μακεδονίας καὶ τῆς Κωπαίδος λίμνης τὸ μέγεθός εἰσιν ἡμιόλιαι, πᾶν τε τὸ ῥεῖθρον αὐτοῦ ἰχθύων ποικίλων ἐστὶ πλῆρες. Πολλῆς δ ̓ ἐν τοῖς τόποις κινάρας φυομένης, οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι συνεχρῶντα καὶ ἡμῖν προσέφεφον ψιλοῦντες τῶν ἀκανθῶν.»