Ancient Greek · ~2 min
11 to 12
PTOLEMAEUS EVERGETES II, Fragmenta 11-12
Not analysed yet
Ἀγχιάλη, πόλις Κιλικίας . . . Ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ θυγατρὸς, ὡς Ἀθηνόδωρος περὶ τῆς αὑτοῦ πατρίδος γράφων, καὶ παρατιθεὶς Διόδωρον τὸν γραμματικὸν συμφωνοῦντα Πτολεμαίῳ βασιλεῖ. Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων φησὶ, σίον ἐν ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. Διὸ καὶ Πτολεμαῖος, ὁ δεύτερος Εὐεργέτης, Αἰγύπτου βασιλεύσας, παρ ̓ Ὁμήρῳ (Od. Έ, 72) ἀξιοῖ γράφειν· Ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου, ἠδὲ σελίνου. Σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα.