Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_PTOLEMAEUS_EVERGETES_II
PTOLEMAEUS EVERGETES II, Fragmenta 10
Not analysed yet
Φασιανικός. Πτολεμαῖος ὁ βασιλεὺς ἐν τῷ δυοκαιδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησί· «Τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν, οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμποντο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν, ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι. Τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν.» Αὕτη τοῦ λαμπροτάτου βασιλέως φωνὴ, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι ὡμολόγησεν, ἀλλ ̓ ὥσπερ τι κειμήλιον ἀνακείμενον εἶχε τούσδε τοὺς ὄρνιθας. Εἰ δὲ ἑοράκει, ὡς ἡμῶν ἑκάστῳ εἶς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατηναλωμένων, προσαναπεπληρώκει ἂν ταῖς πολυθρυλήτοις ἱστορίαις τῶν Ὑπομνημάτων τούτων τῶν εἰκοσιτεσσάρων καὶ ἄλλην μίαν.