Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_PTOLEMAEUS_EVERGETES_II
PTOLEMAEUS EVERGETES II, Fragmenta 4
Not analysed yet
Καὶ ὁ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεὺς, Φιλάδελφος δ ̓ ἐπίκλην, ὡς ἱστορεῖ ὁ Εὐεργέτης Πτολεμαῖος ἐν τῷ τρίτῳ τῶν Ὑπομνημάτων, πλείστας ἔσχεν ἐρωμένας· Διδύμην μὲν, μίαν τῶν ἐπιχωρίων γυναικῶν, μάλ ̓ εὐπρεπεστάτην τὴν ὄψιν, καὶ Βιλιστίχην, ἔτι Ἀγαθόκλειαν καὶ Στρατονίκην, ἧς τὸ μέγα μνημεῖον ὑπῆρχεν ἐπὶ τῇ πρὸς Ἐλευσῖνι θαλάσσῃ, καὶ Μύρτιον καὶ ἄλλας δὲ πλείστας, ἐπιρρεπέστερος ὢν πρὸς ἀφροδίσια.