Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_PTOLEMAEUS_EVERGETES_II
PTOLEMAEUS EVERGETES II, Fragmenta 6
Not analysed yet
Ὅτι δὲ τρυφῆς οὐκ ἦν ἀλλότριος ὁ βασιλεὺς οὗτος (Ptol. VII), αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ, ἐν τῷ ὀγδόῳ τῶν Ὑπομνημάτων διηγούμενος, ὅπως δεῖπνον παρεσκεύασε τοῖς πρὸ αὐτοῦ γενομένοις ἱερεῦσι, γράφων οὕτως· «Ἀρτεμίτια, μεγίστη ἑορτὴ ἐν Κυρήνῃ· ἐν ᾗ ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος (ἐνιαύσιος δέ ἐστι) δειπνίζει τοὺς πρὸ αὑτοῦ ἱερευσαμένους, καὶ παρατίθησιν ἑκάστῳ τρυβλία· τοῦτο δέ ἐστι κεραμεοῦν ἄγγος, ἐπιδεχόμενον ὡς εἴκοσιν ἀρτάβας· ἐν ᾦ πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δὲ σῖτα, καὶ τῶν ἡμέρων ὀρνίθων, ἔτι δὲ θαλαττίων ἰχθύων, ταρίχους τε ξενικοῦ πλείονα γένη· πολλάκις δέ τινες καὶ καθάριον (sic Casaub. Pro vgta: κιθάριον) ἀκολουθίσκον προσδιδόασιν. Ἡμεῖς δὲ περιειλόμεθα τὰ τοιαῦτα· φιάλας δ ̓ ὁλαργύρους κατασκευάσαντες, τὸ τίμημα ἔχουσαν ἑκάστην ἧς προειρήκαμεν δαπάνης, ἵππον τε κατεσκευασμένον σὺν ἱπποκόμῳ καὶ φαλάροις διαχρύσοις ἐδώκαμεν, καὶ παρεκαλέσαμεν ἕκαστον ἐπὶ αὐτοῦ καθεσθέντα οἵκαδ ̓ ἀπιέναι.»