Ancient Greek
Dfhg-Source dfhg2_PYRRHUS_EPIROTA
PYRRHUS EPIROTA, Fragmenta 1
Not analysed yet
Ἔστι δὲ ἀνδράσι βιβλία οὐκ ἐπιφανέσιν ἐς συγγραφὴν, ἔχοντα ἐπίγραμμα Ἔργων ὑπομνήματα εἶναι. Ταῦτα ἐπιλεγομένῳ μοι μάλιστα ἐπῆλθε θαυμάσαι Πύρρου τόλμαν τε, ἣν μαχόμενος αὐτός [τε] παρείχετο, καὶ τὴν ἐπὶ τοῖς ἀεὶ μέλλουσιν ἀγῶσι πρόνοιαν· ὃς καὶ τότε περαιούμενος ναυσὶν ἐς Ἰταλίαν Ῥωμαίους ἐλελήθει, καὶ ἥκων οὐκ εὐθὺς ἦν σφίσι φανερός· γινομένης δὲ Ῥωμαίων πρὸς Ταραντίνους συμβολῆς, τότε δὴ πρῶτον ἐπιφαίνεται σὺν τῷ στρατῷ, καὶ παρ ̓ ἐλπίδα σφίσι προσπεσὼν, ὡς τὸ εἰκὸς, ἐτάραξεν.