Ancient Greek
Dfhg-Source dfhg2_PYRRHUS_EPIROTA
PYRRHUS EPIROTA, Fragmenta 3
Not analysed yet
Οὐδὲ τόπου φύσις ἄνισος, οὔτ ̓ ἐπικουρίας τοῖς ἑτέροις ἄφιξις αἰφνίδιος,· οὔτ ̓ ἄλλη τις συμφορὰ καὶ πρόφασις ἀπροσδόκητος ἐπιπεσοῦσα συνέτριψε τὰ Πύρρου πράγματα, ἀλλ ̓ ὁ τῆς ἀσεβηθείσης θεᾶς χολὸς, ὃν οὐδ ̓ αὐτὸς ἠγνόει Πύρρος, ὡς Πρόξενος ὁ συγγραφεὺς ἱστορεῖ καὶ αὐτὸς ὁ Πύρρος ἐν τοῖς ἰδίοις Ὑπομνήμασι γράφει. Ἐν γὰρ τῇ νυκτὶ, ἐν ᾗ τὴν στρατιὰν ἔμελλεν ἀπάξειν ἐπὶ τὸ ὄρος, ἔδοξε κατὰ τοὺς ὕπνους ἐκπεσεῖν αὐτοῦ πλείονας ὀδόντας, καὶ πλῆθος αἵματος ἐκ τοῦ στόματος φέρεσθαι. Ταραχθεὶς δὲ διὰ τὴν ὂψιν καὶ μεγάλην ἔσεσθαι συμφορὰν μαντευόμενος, ἐβούλετο ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην. Οὐκ ἴσχυε δὲ νικῆσαι τὴν πεπρωμένην, ἐναντιουμένων τῶν φίλων πρὸς τὴν ἀναβολὴν, καὶ μὴ μεθεῖναι τὸν καιρὸν ἐκ τῶν χειρῶν ἀξιούντων.