Ancient Greek
2.43.4
Pythagoras Phil., Testimonia 2.43.4
Unproofread scanNot analysed yet
19. DIOG. VIII 6 ἔνιοι μὲν οὖν Πυθαγόραν μηδὲ ἐν καταλιπεῖν σύγγραμμα φασιν (παίζοντες. Ἡράκλειτος γοῦν ὁ φυσικὸς [12 B 129] μονονοχὶ κέκραγε καὶ φησι· Πυθαγόρης Μνησάρχου ἱστορίην ἠσκήσεν ἀνθρώπων μάλιστα πάντων. καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποίησατο ἑαυτοῦ σοφίην, πολυμαθείην, κακοτεχνίην. οὕτω δ’ εἴπεν, ἐπειδήπερ ἐναρχόμενος ὁ Πυθαγόρας τοῦ Φυσικοῦ συγγράμματος λέγει ὧδε· ‘οὐ μὴ τὸν ἄερα, τὸν ἀναπνέω, οὐ μὴ τὸ ὕδωρ, τὸ πίνω, οὐ κοτ’ οἴσω ψόγον περὶ τοῦ λόγου τούδε.’ γέγραπται δὲ τῷ Πυθαγόρᾳ συγγράμματα τρία,