Ancient Greek
2.44.1
Pythagoras Phil., Testimonia 2.44.1
Unproofread scanNot analysed yet
Παιδευτικόν, Πολιτικόν, Φυσικόν') (7: τὸ δὲ φερόμενον ὡς Πυθαγόρου Λυσίδος ἐστὶ τοῦ Ταραντίνου Πυθαγορικοῦ φυγόντος εἰς Σήβας καὶ Ἐπαμεινῦντα καθηγησαμένου [vgl. c. 34]. φησὶ δ' Ἡρακλείδης ὁ τοῦ Σαραπίωνος ἐν τῇ Σωτίωνος ἐπιτομῇ [FHG III 169 fr. 9] γεγράφεναι αὐτὸν καὶ Περὶ τοῦ ὅλου ἐν ἑπεσιν, δεύτερον 5 τὸν ἱερὸν λόγον, οὐ ἡ ἀρχή· 'ὦ νέοι, ἀλλὰ σέβεσθε μεθ' ἡσυχίας τάδε πάντα', τρίτον Περὶ ψυχῆς, τέταρτον Περὶ εὐσεβείας, πέμπτον Ἡλοθαλὴ τὸν Ἐπιχάρμου τοῦ Κῶου πατέρα [vgl. 13 A 3. 8], ἕκτον Κρότυνα καὶ ἄλλους. τὸν δὲ Μυστικὸν λόγον Ἰππάσου φησὶν εἶναι, γεγραμμένον ἐπὶ διαβολῇ Πυθαγόρου [vgl. c. 8]. πολλοὺς δὲ καὶ ὑπὸ Ἄστυνος τοῦ Κρωτωνιάτου γραφέντας ἀνατεθῆναι Πυθαγόραι.