Ancient Greek
1.302.1.1 to 1.302.1.15
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.302.1.1-15
Unproofread scanNot analysed yet
τοῖς περὶ φύσεως λόγοις ἀρμοττούσας. ἐκ τίνος μέντοι τρόπου κίνησις ἔσται πέρατος καὶ ἀπείρου μόνον ὑποκειμένων καὶ περιττοῦ καὶ ἀρτίου, οὐδὲν λέγουσιν, ἢ πῶς δυνατόν ἄνευ κινήσεως καὶ μεταβολῆς γένεσιν εἶναι καὶ φθορὰν ἢ τὰ τῶν φερομένων ἔργα κατὰ τὸν οὐρανόν. ἔτι δὲ εἰτε δοῦν τις αὐτοῖς ἐκ τούτων εἶναι τὸ μέγεθος εἰτε δείξησιν τοῦτο, ὅμως τινὰ τρόπον ἔσται τὰ μὲν κοῦφα τὰ δὲ βαρὸς ἔχοντα τῶν σωμάτων· ἐξ ὧν γὰρ ὑποτίθενται καὶ λέγουσιν, οὐδὲν μᾶλλον περὶ τῶν μαθηματικῶν λέγουσι σωμάτων ἢ περὶ τῶν αἰσθητῶν· διὸ περὶ πυρός ἢ γῆς ἢ τῶν ἄλλων τῶν τοιούτων σωμάτων οὐδ’ ὅτιοῦν εἰρήκασιν, ἄτε οὐδὲν περὶ τῶν αἰσθητῶν οἴμαι λέγοντες ἴδιον. ἔτι δὲ πῶς δεῖ λαβεῖν αἰτία μὲν εἶναι τὰ τοῦ ἀριθμοῦ πάθη καὶ τὸν ἀριθμὸν τῶν κατὰ τὸν οὐρανὸν ὄντων καὶ γιγνομένων καὶ ἐξ ἀρχῆς καὶ νῦν, ἀριθμὸν δ’ ἄλλον μηδὲν εἶναι παρὰ τὸν ἀριθμὸν τοῦτον ἐξ οὗ συνέστηκεν ὁ κόσμος; ὅταν γὰρ ἐν τῷδι μὲν τῷ μέρει δόξα καὶ καιρὸς αὐτοῖς ᾖ, μικροῦν δὲ ἄνωθεν ἢ κάτωθεν ἀδικία καὶ κρῖσις ἢ μῆλις, ἀπόδειξιν δὲ λέγωσιν ὅτι τούτων μὲν ἐν ἕκαστον ἀριθμὸς ἐστι, συμβαίνει δὲ κατὰ τοῦτον τὸν τόπον ἤδη πλήθος εἶναι τῶν συνισταμένων μεγεθῶν διὰ τὸ τὰ πάθη ταῦτα ἀκολουθεῖν τοῖς τόποις ἑκάστοις. πότερον οὖτως ὁ αὐτὸς ἐστιν ἀριθμὸς ὁ ἐν τῷ οὐρανῷ, ὃν δεῖ λαβεῖν ὅτι τούτων ἕκαστον ἐστιν, ἢ παρὰ τοῦτον ἄλλος; Vgl. N 3. 1090ᵃ20. 26. ——Z 2. 1028ᵇ15 δοκεῖ δὲ τισὶ τὰ τοῦ σώματος πέρατα, ὅλον ἐπιφάνεια καὶ γραμμὴ στιγμὴ καὶ μονάς, εἶναι οὐσία, καὶ μᾶλλον ἢ τὸ σῶμα καὶ τὸ στερεόν. ἔτι παρὰ τὰ αἰσθητὰ οἱ μὲν οὐκ οἴονται εἶναι οὐδὲν τοιούτον, οἱ δὲ πλεῖω καὶ μᾶλλον ὄντα αἰδία ὥσπερ Πλάτων τὰ τ’ εἴδη κτλ.