Ancient Greek
1.302.1.16 to 1.302.1.40
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.302.1.16-40
Unproofread scanNot analysed yet
24. ——N 3. 1090ᵇ5 εἰοὶ δὲ τινες οἱ ἐκ τοῦ πέρατα εἶναι καὶ ἔσχατα τὴν στιγμὴν μὲν γραμμῆς, ταύτην δ’ ἐπιπέδου, τοῦτο δὲ τοῦ στερεοῦ, οἴονται εἶναι ἀνάγκην τοιαύτας φύσεις εἶναι. 25. ——Z 11. 1036ᵇ8 ἀποροῦσι τινες ἤδη καὶ ἐπὶ τοῦ κύκλου καὶ τοῦ τριγώνου, ὡς οὐ προσήκον γραμμαῖς ὁρίζεσθαι καὶ τῷ συνεχεῖ, ἀλλὰ πάντα ταῦτα ὁμοίως λέγεσθαι ὡσανεὶ σάρκες ἢ ὀστὰ τοῦ ἀνθρώπου καὶ χαλκὸς καὶ λίθος τοῦ ἀνδριάντος. καὶ ἀνάγουσι πάντα εἰς τοὺς ἀριθμούς, καὶ γραμμῆς τὸν λόγον τὸν τῶν δύο εἶναι φασιν. 26. ——N 3. 1091ᵃ13 οἱ μὲν οὖν Πυθαγόρειοι πότερον οὐ ποιοῦσιν ἢ ποιοῦσι γένεσιν, οὐδὲν δεῖ διατάξεσιν· φανερῶς γὰρ λέγουσιν ὡς τοῦ ἑνὸς συσταθέντος, εἴτ’ ἐξ ἐπιπέδων εἴτ’ ἐκ χροίας εἴτ’ ἐκ σπέρματος εἴτ’ ἐξ ἄν ἀποροῦσιν εἰπεῖν, εὐθὺς τὸ ἔγγιστα τοῦ ἀπείρου ὅτι ἐίληπτο καὶ ἐπεραίνετο ὑπὸ τοῦ πέρατος. ἀλλ’ ἐπειδὴ κοσμοποιοῦσι καὶ φυσικῶς βούλονται λέγειν, δίκαιον αὐτοὺς ἐξετάζειν τῇ περὶ φύσεως, ἐκ δὲ τῆς νῦν ἀφεῖναι μεθόδον . . . τοῦ μὲν οὖν περιττοῦ γένεσιν οὐ φασιν, ὡς δήλον ὅτι τοῦ ἀρτίου οὐσίας γενέσεως. 27. ——N 6. 1092ᵇ28 ἀπορήσεις δ’ ἂν τις καὶ τί τὸ εὖ ἐστι τὸ ἀπὸ τῶν ἀριθμῶν τῷ ἐν ἀριθμῷ εἶναι τὴν μῆριν, ἢ ἐν εὐλογίστω τῇ ἐν περιττῷ. νυνὶ γὰρ οὐδὲν ὑγιεινότερον τρις τρία ἂν ἢ τὸ μελιχρατον κεχραμένον, ἀλλὰ μᾶλλον ἀφελήσειεν ἂν ἐν οὐθενὶ λόγῳ ὃν ὑδᾶρες δὲ ἢ ἐν ἀριθμῷ ἀχρατον ὄν. ἔτι οἱ λόγοι ἐν προσθέσει ἀριθμῶν εἰσὶν οἱ τῶν μῖξεων, οὐκ ἐν ἀριθμοῖς, οἷον τρία πρὸς δύο, ἀλλ’ οὐ τρις δύο. τὸ γὰρ αὐτὸ δεῖ γένος εἶναι ἐν ταῖς πολλαπλασιώσεσιν. ὥστε δεῖ μετρεῖσθαι τῷ τε Α τὸν στοῖχον ἐφ’ οὗ ΑΒΓ καὶ τῷ Α τὸν ΔΕΖ· ὥστε τῷ αὐτῷ πάντα. οὐκοῦν ἔσται πυρὸς ΒΕΓΖ, καὶ ὕδατος ἀριθμὸς ὃς τρία. εἰ δ’ ἀνάγκη πάντα ἀριθμοῦ κοινωνεῖν, ἀνάγκη πολλὰ συμβαίνειν τὰ αὐτά, καὶ ἀριθμὸν τὸν αὐτὸν τῷδε καὶ ἄλλοι.