Ancient Greek
1.304.5 to 1.305.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.304.5-1.305.1
Unproofread scanNot analysed yet
32. EUDEM. phys. fr. 27 (Simpl. ph. 431, 13) τὸ δὲ ἀόριστον καλῶς ἐπὶ τὴν κίνησιν οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων ἐπιφέρονσιν (οὐ γὰρ δὴ ἄλλος γε οὐδεὶς περὶ αὐτῆς εἴρηκεν)· ἀλλὰ γὰρ ἀόριστα ἄ οὐκ ἔστι, καὶ τὸ ἀτελὲς δὴ καὶ τὸ μὴ ὄν· γίνεται γάρ, γινόμενον δὲ οὐκ ἔστι. 33. ARIST. phys. Δ 10. 218* 33 οἱ μὲν γὰρ τὴν τοῦ ὅλου κίνησιν εἶναι φασιν [nämI. τὸν χρόνον], οἱ δὲ τὴν σφαῖραν αὐτήν. AET. I 21, 1 [D. 318] Πυθαγόρας τὸν χρόνον τὴν σφαῖραν τοῦ περιέχοντος εἶναι. 34. EUDEM. phys. 51 (Simpl. ph. 732, 26) ὁ δὲ αὐτὸς χρόνος πότερον γίνεται ὡςπερ ἔνιοι φασιν ἢ οὔ, ἀπορήσειεν ἂν τις . . . εἰ δὲ τις πιστεύσειε τοῖς Πυθαγορείοις, ὥστε πάλιν τὰ αὐτὰ ἀριθμῶ, κάγω μυθολογήσω τὸ βαβδίων ἔχων ὑμῖν καθημένοις οὕτω, καὶ τὰ ἄλλα πάντα ὁμοίως ἐξει, καὶ τὸν χρόνον εὐλογὸν ἐστι τὸν αὐτὸν εἶναι. μιᾶς γὰρ καὶ τῆς αὐτῆς κινήσεως, ὁμοίως δὲ καὶ πολλῶν τῶν αὐτῶν τὸ πρότερον καὶ ὕστερον ἔν καὶ ταυτόν, καὶ ὁ τοῦτῶν δὴ ἀριθμός· πάντα ἄρα τὰ αὐτά, ὥστε καὶ ὁ χρόνος.