Ancient Greek
1.305.2
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.305.2
Unproofread scanNot analysed yet
35. ARIST. de caelo B 9. 290b 12 φανερὸν δ᾽ ἐκ τούτων, ὅτι καὶ τὸ φάναι γίνεσθαι φερομένων [näm1. τῶν ἀστρῶν] ἁρμονίαν, ὡς συμφώνων γινομένων τῶν ψόφων, κομψῶς μὲν εἴρηται καὶ περιττῶς ὑπὸ τῶν εἰπόντων, οὐ μὴν οὕτως ἔχει τἀληθές. δοκεῖ γὰρ τισιν ἀναγκαῖον εἶναι, τηλικούτων φερομένων σωμάτων γίγνεσθαι ψόφον, ἐπεὶ καὶ τῶν παρ᾽ ἡμῖν οὔτε τοὺς ὀχνοὺς ἔχοντῶν ἴσους οὔτε τοιούτοις τάχει φερομένων· ἥλιον δὲ καὶ σελήνης, ἐπὶ τε τοσούτων τὸ πλῆθος ἀστρῶν καὶ τὸ μέγεθος φερομένων τῷ τάχει τοιαύτην φοράν, ἀδύνατον μὴ γίγνεσθαι ψόφον ἀμήχανόν τινα τὸ μέγεθος. ὑποθέμενοι δὲ ταῦτα καὶ τὰς ταχυτέρας ἐκ τῶν ἀποστάσεων ἔχειν τοὺς τῶν συμφωνιῶν λόγους, ἐναρμόνιον φασὶ γίγνεσθαι τὴν φωνὴν φερομένων κύκλῳ τῶν ἀστρῶν. ἐπεὶ δ᾽ ἄλογον ἔδοκε τὸ μὴ συναχοῦναι ἡμᾶς τῆς φωνῆς ταύτης, αἴτιον τοῦτου φασὶν εἶναι τὸ γιγνομένους εὐθὺς ὑπάρχειν τὸν ψόφον, ὥστε μὴ διάδηλον εἶναι πρὸς τὴν ἐναντίαν σιγὴν· πρὸς ἄλληλα γὰρ φωνῆς καὶ σιγῆς εἶναι τὴν διάγνωσιν, ὥστε καθάπερ τοῖς χαλκοτύποις διὰ συνήθειαν οὐδὲν δοκεῖ διαφέρειν, καὶ τοῖς ἀνθρώποις ταῦτὸ συμβαίνειν. Über die τάξεις ἀστέρων vgl. Eudem. fr. 97 (oben S. 19 n. 19).