Ancient Greek
1.309.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.309.1
Unproofread scanNot analysed yet
X 425D), Tryphon Rhet. gr. III 193 Speng. ,Ps. Plut. de ed. puer. 17 p. 12D Diog. VIII 17, Hippol. VI 26. Nicom. math. I 3. Anatol. (Theol. ar.) p. 41 be- nutzen. Vgl. auch Hermipp. c. Ap. I 164, oben S. 37 n. 2. (Vgl. Hoelk S. 40)]. Probe aus Porph. V. P. 42 ἥν δὲ καὶ ἄλλο εἶδος τῶν συμβόλων τοιούτον, ‘ζυγὸν μὴ ὑπερβαίνειν’, τούτ’ ἐστὶ μὴ πλεονεκτεῖν, ‘μὴ τὸ πῦρ τῇ μαχαίρᾳ σκαλεύειν’, ὅπερ ἦν μὴ τὸν ἀνοιδούντα καὶ ὀργιζόμενον κινεῖν λόγους παρατεθημένοις, ‘στέφανόν τε μὴ τίλλειν’, τούτ’ ἐστι τοὺς νόμους μὴ λυμαινεῖσθαι· στέφανοι γὰρ πόλεων οὗτοι. πάλιν δ’ αὐ ἕτερα τοιαῦτα ‘μὴ χαρδίαν ἐσθίειν’, οἷον μὴ λυπεῖν ἑαυτὸν ἀνίαις, ‘μὴ’ ἐπὶ χολινικὸς καθίζεσθαι’, οἷον μὴ ἀργὸν ζῆν, ‘μὴ’ ἀποδημοῦντα ἐπιστρέφεσθαι’, μὴ ἔχεσθαι τοῦ βίου τούτου ἀποδημῶντα, ‘τὰς τε λεωφόρους μὴ βαδιζειν’, δι’ οὖ ταῖς τῶν πολλῶν ἐπεσθαι γνώμαις ἐκάλουν, τὰς δὲ τῶν ὀλίγων καὶ πεπαιδευμένων μεταξὺν, ‘μηδέ χειλιδόνας ἐν οἰκίαι δέχεσθαι’. τούτ’ ἐστι λάλους ἀνθρώπους καὶ περὶ γλῶτταν ἀχρεῖας ὁμωροφίλους μὴ ποιεισθαι, ‘φορτίον δὲ συνανατιθέναι μὲν τοῖς βασιζούσιν, συγκαθαιρεῖν δὲ μή’, δι’ οὖ παρήινει μηδενὶ πρὸς ῥαιστώνην, ἀλλὰ πρὸς ἀρετὴν καὶ πόνους συμπράττειν, ‘θεῶν τε εἰκόνας ἐν δακτυλίοις μὴ φορεῖν’, τούτ’ ἐστι τὴν περὶ θεῶν δόξαν καὶ λόγον μὴ πρόχειρον μηδὲ φανερὸν ἔχειν, μηδ’ εἰς πολλοὺς προφέρειν, ‘σπονδάς τε ποιεῖσθαι τοῖς θεοῖς κατὰ τὸ οὖς τῶν ἐκπωματῶν’, ἐντεῦθεν γὰρ ἠνίττετο τιμᾶν τοὺς θεοὺς καὶ ὑμνεῖν τῇ μουσικῇ· αὕτη γὰρ διὰ ὧτων χωρεῖ.