Ancient Greek
1.309.3
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.309.3
Unproofread scanNot analysed yet
1. IAMB. V. P. 163—166 τῶν δ’ ἐπιστημῶν οὐχ ἡκιστα φασιν τοὺς Πυ θαγορείους τιμᾶν μουσικὴν τε καὶ ἰατρικὴν καὶ μαντικήν. σιωπηλοὺς δὲ εἶναι καὶ ἀκονστικοὺς καὶ ἐπαινείσθαι παρ’ αὐτοῖς τὸν δυνάμενον ἀκούσαι. τῆς δὲ ἰατρικῆς μάλιστα μὲν ἀποδέχεσθαι τὸ διαιτητικὸν εἶδος καὶ εἶναι ἀκριβεστάτους ἐν τούτῳ. καὶ πειρᾶσθαι πρῶτον μὲν καταμανθάνειν σημεῖα συμμετρίας πόνων τε καὶ σιτίων καὶ ἀναπαύσεως. ἔπειτα περὶ αὐτῆς τῆς κατασκευῆς τῶν προσφερομένων σχεδὸν πρῶτους ἐπιχειρῆσαι τι πραγματεύεσθαι καὶ διορίζειν. ἀφρασθαι δὲ [χρῆ] καὶ καταπλασμάτων ἐπὶ πλεῖω τοὺς Πυθαγορείους τῶν ἐμπροσθεν, τὰ δὲ περὶ τὰς φαρμακείας ἧττον δοκιμάζειν, αὐτῶν δὲ τούτων τοῖς πρὸς τὰς ἰλκώσεις μάλιστα χρῆσθαι, (τὰ δὲ) περὶ τὰς τομὰς τε καὶ καύσεις ἡκιστα πάντων ἀποδέχεσθαι. χρῆσθαι δὲ καὶ ταῖς ἐπωδαῖς πρὸς ἕνια τῶν ἀρρωστημάτων. ὑπελάμβανον δὲ καὶ τὴν μουσικὴν μεγάλα συμβάλλεσθαι πρὸς ὑγίειαν, ἂν τις αὐτὴν χρῆται κατὰ τοὺς προσήκοντας τρόπους. ἐχρῶντο δὲ καὶ Ὀμήρῳ καὶ Ἡσιόδῳ λέξαι ἐξελεγμέναις πρὸς ἐπανόρθωσιν ψυχῶν. ὥσιοντο δὲ δεῖν κατέχειν καὶ διασώζειν ἐν τῇ μνήμῃ πάντα τὰ διδασκόμενα τε καὶ φραζόμενα, καὶ μέχρι τούτου συσχευάζεσθαι τὰς τε μαθήσεις καὶ τὰς ἀκροάσεις, μέχρι ὅτου δύναται παραδέχεσθαι τὸ μανθάνον καὶ διαμνημονεύειν, ὅτι ἐκεῖνό ἐστιν, ὃ δεῖ γινώσκειν καὶ ἐν ᾧ γνώμην φυλάσσειν. ἐτίμων γοῦν σφόδρα τὴν μνήμην καὶ πολλὴν αὐτῆς ἐποιούντο γυμνασίαν τε καὶ ἐπιμέλειαν, ἐν τε τῷ μανθάνειν οὐ πρότερον ἀφίεντες τὸ διδασκόμενον, ἕως περιλάβοιεν βεβαίως τὰ ἐπὶ τῆς πρώτης μαθήσεως, καὶ (τῶν) καθ’ ἡμέραν λεγομένων ἀνάμνησιν [τοῦδε τὸν τρόπον]. Πυθαγόρειος ἀνὴρ οὐ πρό