Ancient Greek
1.319.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.319.1
Unproofread scanNot analysed yet
δὲ εἶναι τοῦτο (τῶν) τοὺς μὲν ἀπροβουλευτῶς καὶ εἴκῃ τι πράττοντας πολλάκις κατατυγχάνειν, τοὺς δὲ προβουλευομένους καὶ προνοοῦμένους ὁρθῶς τι πράττειν ἀποτυγχάνειν. εἶναι δὲ καὶ ἕτερον τύχης εἶδος, καθ’ ὃ οἱ μὲν εὐφυεῖς καὶ εὐστόχοι, οἱ δὲ ἀφνεῖς τε καὶ ἐναντίαν ἔχοντες φύσιν βιάστοιεν, ὧν οἱ μὲν εὐθυβολοῖεν ἐφ’ ὅτι ἂν ἐπιβάλλωνται οἱ δὲ ἀποπίπτοιεν τοῦ σκοποῦ, μηδέποτε τῆς διανοίας αὐτῶν εὐστόχως φερομένης, ἀλλὰ · καὶ ταρασσομένης· ταύτην δὲ τὴν ἀτυχίαν σύμφυτον εἶναι καὶ οὐκ ἐπείσακτον.