Ancient Greek
1.319.2 to 1.319.7
Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.319.2-7
Unproofread scanNot analysed yet
THEOCR. 14, 5 τοιοῦτος πρῶν τις ἀφίκετο Πυθαγορικτάς, ὦχος κάνυπόδητος: SCHOL. z. d. St. οἱ μὲν Πυθαγόρικοι πᾶσαν φροντίδα ποιοῦνται τοῦ σώματος, οἱ δὲ Πυθαγορισται περιεσταλμένῃ καὶ ἀνῃμηρᾷ διαίτῃ χρῶνται. 1. ATH. IV p. 160 F τί οὖ τοὺς Πυθαγορικοὺς ἐκείνους ζηλοῖς; περὶ ὧν φησιν Ἀντιφάνης μὲν ἐν Μνήμασι [Π 76 Kock.] τάδε· τῶν Πυθαγορικῶν δ’ ἐτυχον ἀθλιοὶ τινες ἐν τῇ χαράδρᾳ τρώγοντες ἄλμα καὶ κακὰ τοιαῦτα συλλέγοντες (εἰς τὸν χώρυχον). καὶ τῷ κυρίως ‘Κωρίκωι’ δ’ ἐπιγραφομένωι φησὶ [S. 67]· πρῶτον μὲν ὡςπερ Πυθαγορίζων ἐσθίει ξμψυχον οὐδέν, τῆς δὲ πλείστης τοῦβρολοῦ μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει. Ἀλεξις δ’ ἐν Ταραντίνοις [S. 378]· οἱ Πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν, οὐτ’ ὄψον ἐσθίουσιν οὐτ’ ἄλλ’ οὐδὲ ἕν ξμψυχον, οἴνον τ’ οὐχὶ πίνουσιν μόνοι. —Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει, 5 τῶν Πυθαγορείων εἰς. —ἀποκτεῖνας γέ που· οὐκέτι γάρ ἐστ’ ξμψυχον.