Ancient Greek
2.292.4
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.292.4
Unproofread scanNot analysed yet
30. ——Δ 6. 213ᵇ22 εἶναι δ’ ἔφασαν καὶ οἱ Πυθαγόρειοι κενόν, καὶ ἐπεισ-τέναι αὐτῷ τῷ οὐρανῷ ἐκ τοῦ ἀπείρου πνεύματος ὡς ἀναπνέοντι καὶ τὸ κενόν. ὁ διορίζει τὰς φύσεις, ὡς ὄντος τοῦ κενοῦ χωρισμοῦ τινος τῶν ἐφεξῆς καὶ [τῆς] διορίσεως· καὶ τοῦτ’ εἶναι πρῶτον ἐν τοῖς ἀριθμοῖς· τὸ γὰρ κενὸν διορίζειν τὴν φύσιν αὐτῶν. STOB. Ecl. I 18, 1c (D. 316 nach der Aristotelesstelle ἐν δὲ τῷ Περὶ τῆς Πυθαγόρου φιλοσοφίας πρώτῳ [fr. 201 Rose] γράφει τὸν μέν οὐρανὸν εἶναι ἕνα. ἐπεισάγεσθαι δὲ ἐκ τοῦ ἀπείρου χρόνον τε καὶ πνοὴν καὶ τὸ κενόν. ὁ διορίζει ἐκάστων τὰς χώρας ἀεὶ. AR. de caelo B 2. 281ᵃ6 ἐπειδὴ δὲ τινὲς εἰσιν οἱ φασιν εἶναι τι δεξιὸν καὶ ἀριστερὸν τοῦ οὐρανοῦ, καθάπερ οἱ καλούμενοι Πυθαγόρειοι (ἐκείνων γὰρ οὗτος ὁ λόγος ἐστίν) κτλ. SIMPL. z. d. St. 386, 20 τὸ γοῦν δεξιὸν καὶ ἄνω καὶ ἔμπροσθεν καὶ ἄγαθὸν ἐκάλουν, τὸ δὲ ἀριστερὸν καὶ