Ancient Greek
2.293.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.293.1
Unproofread scanNot analysed yet
κάτω καὶ ὀπίσθεν καὶ κακὸν ἔλεγον, ὡς αὐτὸς Ἀριστοτέλης ἱστόρησεν ἐν τῇ τῶν Πυθαγορείων ἀρεσκόντων συναγωγῇ [fr. 200 R.] . 31 ARIST. d. caelo B 2. 28510 διὸ καὶ τῶν Πυθαγορείων ἂν τις θαυμάσειεν ὅτι δύο μόνας ταύτας ἀρχὰς ἔλεγον, τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, τὰς δὲ τέτταρας δ [nämlich ἄνω, κάτω, ἔμπροσθεν, ὀπίσθεν] παρέλιπον οὐδὲν ἧττον κυρίας οὔσας. ὑ22 δῆλον τοίνυν ὅτι ὁ ἁφανὴς πόλος ἐστὶ τὸ ἄνω. καὶ οἱ μὲν ἐκεῖ οἰκοῦντες ἐν τῷ ἄνω εἰσὶν ἠμισφαίρῳ καὶ πρὸς τοῖς δεξιοῖς. ἡμεῖς δ᾿ ἐν τῷ κάτω καὶ πρὸς τοῖς ἀριστεροῖς, ἐναντίως ἢ ὡς οἱ Πυθαγόρειοι λέγουσιν· ἐκεῖνοι γὰρ ἡμᾶς ἄνω τε ποιοῦσι καὶ ἐν δεξιῷ μέρει, τοὺς δ᾿ ἐκεῖ κάτω καὶ ἐν τῷ ἀριστερῷ.