Ancient Greek
2.296.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.296.1
Unproofread scanNot analysed yet
ποιεῖν· οἱ δέ, ἐπεὶ ἀπὸ τούτου ἄρχεται τὸ ὅλον. (καὶ τῶν σχημάτων τὸ κάλλιστον σφαῖραν εἶναι τῶν στερεῶν, τῶν δ᾽ ἐπιπέδων κύκλον. γῆρας καὶ πᾶν τὸ μειοῦμενον ὅμοιον· καὶ αὔξην καὶ νεότητα ταυτόν. ὑγίειαν τὴν τοῦ εἴδους διαμονήν, νόσον τὴν τούτου φθοράν.) περὶ τῶν ἀλῶν, ὅτι δεῖ παρατιθεῖσθαι πρὸς ὑπό- 5 μνησιν τοῦ δικαίου· οἱ γὰρ ἄλλες πᾶν σώζουσιν ὅ τι ἂν παραλάβωσιν, καὶ γεγόνασιν ἐκ τῶν καθαρωτάτων ἡλίου καὶ θαλάσσης. (36) καὶ ταῦτα μὲν φησιν ὁ Ἀλέξανδρος ἐν τοῖς Πυθαγορικοῖς ὑπομνήμασιν εὑρηκέναι καὶ τὰ ἐκείνων ἔχοντα ὁ Ἀριστοτέλης. Vgl. oben c. 4, 9.